Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κικλήσκων Διόνυσον, ἐπεὶ ποδὶ φόρτον ἀείρων
  2. ἤιε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ,
  3. νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει·
  4. καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην,
  5. ὅττί μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ.
  6. καί μιν ἀχυτλώτοιο διαΐσσοντα λοχείης
  7. πήχεϊ κοῦρον ἄδακρυν ἐκούφισε σύγγονος Ἑρμῆς,
  8. καὶ βρέφος εὐκεράοιο φυῆς ἴνδαλμα Σελήνης
  9. ὤπασε θυγατέρεσσι Λάμου ποταμηίσι Νύμφαις,
  10. παῖδα Διὸς κομέειν σταφυληκόμον· αἱ δὲ λαβοῦσαι
  11. Βάκχον ἐπηχύναντο, καὶ εἰς στόμα παιδὸς ἑκάστη
  12. ἀθλιβέων γλαγόεσσαν ἀνέβλυεν ἰκμάδα μαζῶν.
  13. καὶ πάις ἀντικέλευθον ἐς οὐρανὸν ὄμμα τιταίνων
  14. ὕπτιος ἦεν ἄυπνος, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
  15. ἠέρα λακτίζων διδυμάονι τέρπετο παλμῷ,
  16. καὶ πόλον ἐσκοπίαζεν ἀήθεα, θαμβαλέος δὲ
  17. πατρῴην ἐγέλασσεν ἴτυν δεδοκημένος ἄστρων.
  18. καὶ βρέφος ἀθρήσασα Διὸς μαστίζετο νύμφη·
  19. θυγατέρες δὲ Λάμοιο χόλῳ βαρυμήνιος Ἥρης
  20. δαιμονίης κακότητος ἐβακχεύθησαν ἱμάσθλῃ·