Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πήχεϊ παιδοκόμῳ περικείμενον· ἀενάου δὲ
  2. ἡ ταμίη κόσμοιο, θεῶν πρωτόσπορος ἀρχή,
  3. παμμήτωρ, Βρομίου τροφὸς ἔπλετο· νηπιάχῳ γὰρ
  4. Βάκχῳ μαζὸν ὄρεξε, τὸν ἔσπασεν ὑψιμέδων Ζεύς.
  5. τίς Κρονίδης ὤδινε, τίς ἔτρεφεν Ἄρεα Ῥείη
  6. παῖδα τεόν; Κυβέλη δὲ φατιζομένη σέο μήτηρ
  7. Ζῆνα τέκεν καὶ Βάκχον ἀνέτρεφεν εἰν ἑνὶ κόλπῳ·
  8. ἀμφοτέρους ἤειρε καὶ υἱέα καὶ γενετῆρα.
  9. οὐδὲ τόκῳ Σεμέλης ἀπάτωρ Ἥφαιστος ἐρίζοι
  10. ἄσπορος ἐκ γενετῆρος, ὃν αὐτόγονος τέκεν Ἥρη
  11. λεπταλέων σκάζοντα ποδῶν ἑτεραλκέι ταρσῷ,
  12. μητρῴην ἀτέλεστον ὑποκλέπτοντα λοχείην.
  13. οὐ Σεμέλῃ πέλε Μαῖα πανείκελος, ἧς πάις Ἑρμῆς
  14. ἰσοφανὴς δολόεις, κεκορυθμένος οἷά περ Ἄρης,
  15. Ἥρην ἠπερόπευσεν, ἕως γλάγος ἔσπασε μαζῶν.
  16. εἴξατέ μοι· Σεμέλη γὰρ ἑὸν πόσιν ἔλλαχε μούνη
  17. τὴν αὐτὴν ἀρόωντα καὶ ὠδίνοντα γενέθλην.
  18. ὀλβίστη Σεμέλη χάριν υἱέος· ἡμέτερος γὰρ
  19. νόσφι δόλου Διόνυσος ἐλεύσεται εἰς χορὸν ἄστρων
  20. αἰθέρα ναιετάων πατρώιον, ὅττι θεαίνης