Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοσσατίης ὑπέδεκτο θεοτρεφέος γάλα θηλῆς·
  2. ἵξεται αὐτοκέλευστος ἐς οὐρανόν, οὐδὲ χατίζει
  3. Ἡραίοιο γάλακτος ἀρείονα μαζὸν ἀμέλξας.
  4. εἶπεν ἀγαλλομένη καὶ ἐν αἰθέρι· χωομένη δὲ
  5. Ζηνὸς ἀνεπτοίησε δάμαρ μετανάστιον Ἰνώ,
  6. ἀπροϊδὴς Ἀθάμαντος ἐπιβρίσασα μελάθρῳ
  7. εἰσέτι κουρίζοντι χολωομένη Διονύσῳ.
  8. ἐκ θαλάμου δὲ φυγοῦσα διέδραμε δύσγαμος Ἰνώ,
  9. τρηχαλέας ἀπέδιλος ἐπισκαίρουσα κολώνας,
  10. ἴχνος ἀκηρύκτοιο μετεσσυμένη Διονύσου·
  11. φοιταλέη δὲ βέβηκε διʼ οὔρεος οὔρεα νύμφη,
  12. ἄχρι χαραδρήεσσαν ἐδύσατο Δελφίδα Πυθώ·
  13. καὶ μόγις ἴχνος ἔκαμψε δρακοντοβότῳ παρὰ λόχμῃ
  14. ἄσχετα παιφάσσουσα· κατὰ στέρνοιο δὲ γυμνοῦ
  15. πενθαλέον κήρυκα διαρρήξασα χιτῶνα
  16. αἰνομανὴς πεφόρητο· νοοπλάγκτοιο δὲ νύμφης
  17. οἰμωγὴν ἀίων ἑτερόθροον ἔτρεμε ποιμήν.
  18. πολλάκι θεσπεσίῃ τριποδηίδι σύμπλοκον ἕδρῃ
  19. αὐχμηραῖς τριέλικτον ὄφιν σπειρηδὸν ἐθείραις
  20. ἥρμοσε, λεπταλέῳ δὲ περισφίγξασα καρήνῳ