Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὣς ὁ μὲν ἠέξητο φιλοσκοπέλῳ παρὰ Ῥείῃ
  2. ἀρτιθαλὴς ἔτι κοῦρος ὀρίτροφος. ἀμφὶ δὲ πέτραις
  3. Πᾶνες ἐκυκλώσαντο χοροίτυπον υἷα Θυώνης,
  4. ποσσὶ δασυκνήμοισι περισκαίροντες ἐρίπναις,
  5. Βάκχον ἀνευάζοντες· ἑλισσομένων δὲ χορείῃ
  6. αἰγείη κροτάλιζε ποδῶν σκιρτήματι χηλή.
  7. καὶ Σεμέλη κατʼ Ὄλυμπον ἔτι πνείουσα κεραυνοῦ
  8. αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·
  9. Ἥρη, ἐσυλήθης· Σεμέλης τόκος ἐστὶν ἀρείων·
  10. Ζεὺς ἐμὸν υἷα λόχευσε καὶ ἀντʼ ἐμέθεν πέλε μήτηρ,
  11. σπεῖρε πατὴρ καὶ ἔτικτε, τὸν ἤροσεν, αὐτοτόκῳ δὲ
  12. γαστρὶ νόθῃ τέκε παῖδα, φύσιν δʼ ἤλλαξεν ἀνάγκῃ.
  13. Βάκχος Ἐνυαλίου πέλε φέρτερος· ὑμέτερον γὰρ
  14. ἤροσε μοῦνον Ἄρηα καὶ οὐ τεκνώσατο μηρῷ.
  15. Θήβη δʼ Ὀρτυγίης κλέος ἔκρυφεν· οὐρανίη γὰρ
  16. λάθριον Ἀπόλλωνα διωκομένη τέκε Λητώ·
  17. Λητὼ Φοῖβον ἔτικτε, καὶ οὐκ ὤδινε Κρονίων·
  18. Ἑρμείαν τέκε Μαῖα, καὶ οὐκ ἐλόχευσεν ἀκοίτης·
  19. ἀμφαδίην δʼ ἐμὸν υἷα πατὴρ τέκεν. ἆ μέγα θαῦμα,
  20. δέρκεο σῆς Διόνυσον ἐν ἀγκαλίδεσσι τεκούσης