Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θαμβαλέη δὲ γέλωτι γεγηθότι δέρκετο Ῥείη
  2. ἠνορέην καὶ ἄεθλα νεηγενέος Διονύσου·
  3. καὶ βλοσυρῶν Ἰόβακχον ἰδὼν ἐλατῆρα λεόντων
  4. ὄμμασι τερπομένοισι πατὴρ ἐγέλασσε Κρονίων.
  5. καὶ χροΐ λαχνήεντας ἀνεχλαίνωσε χιτῶνας
  6. Εὔιος ἀρτιτέλεστον ἔκων παιδήιον ἥβην,
  7. δαιδαλέην ἐλάφοιο φέρων ὤμοισι καλύπτρην,
  8. αἰθερίων μιμηλὸν ἔχων τύπον αἰόλον ἄστρων·
  9. καὶ Φρυγίης ὑπὸ πέζαν ἐς αὔλια λύλκας ἐλάσσας
  10. στικτοῖς πορδαλίεσσιν ἑὴν ἔζευξεν ἀπήνην,
  11. οἷά τε πατρῴων δαπέδων ἴνδαλμα γεραίρων·
  12. πολλάκι δʼ ἀθανάτης ἐποχημένος ἅρματι Ῥείης,
  13. βαιῇ χειρὶ φέρων ἁπαλόχροϊ κύκλα χαλινοῦ,
  14. κραιπνὸν ἐπειγομένων ἀνεσείρασεν ἅρμα λεόντων·
  15. καὶ Διὸς ὑψιμέδοντος ἐνὶ φρεσὶ θάρσος ἀέξων
  16. δεξιτερὴν ἐτίταινεν ἐπὶ στόμα λυσσάδος ἄρκτου,
  17. σμερδαλέαις γενύεσσιν ἀταρβέα δάκτυλα βάλλων,
  18. δάκτυλα κουρίζοντα· καὶ ἵστατο μειλιχίη θὴρ
  19. νηπιάχῳ στόμα δοῦλον ἐπιτρέψασα Λυαίῳ,
  20. καὶ κύσε καρχαλέοισι φιλήμασι δίκτυλα Βάκχου.