Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὸν δὲ θεὰ κομέεσκε καὶ εἰσέτι κοῦρον ἐόντα
  2. ἅρματος ὠμοβόμων ἐπιβήτορα θῆκε λεόντων·
  3. καὶ τροχαλοὶ Κορύβαντες ἔσω θεοδέγμονος αὐλῆς
  4. παιδοκόμῳ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
  5. καὶ ξίφεα κτυπέεσκον, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
  6. ἀσπίδας ἐκρούσαντο κυβιστητῆρι σιδήρῳ
  7. κουροσύνην κλέπτοντες ἀεξομένου Διονύσου·
  8. καὶ πάις εἰσαΐων σακέων μαιήιον ἠχὼ
  9. πατρῴαις κομιδῇσιν ἀεξήθη Κορυβάντων.
  10. καὶ νέος ἐνναέτηρος ἔχων θηροκτόνον ἄγρην
  11. ποσσὶ μὲν ὠκυτέροισι παρέστιχεν ἴθμα λαγωοῦ,
  12. χειρὶ δὲ νηπιάχῳ μεθέπων κεμαδοσσόον ἀλκήν
  13. ποικίλον ᾐώρησεν ἐπʼ αὐχένι ωεβρὸν ἀείρων,
  14. καὶ θρασὺν αἰολόνωτον ἔχων τετανυσμένον ὤμῳ
  15. τίγριν ἄνω κούφιζε μετάρσιον ἔκτοθι δεσμοῦ ---
  16. σκύμνους χερσὶν ἔχων ἐπεδείκνυε μητέρι Ῥείῃ,
  17. ἁρπάξας νέα τέκνα πολυλλαγέων ἀπὸ μαζῶν,
  18. σμερδαλέους δὲ λέοντας ἔτι ζώοντας ἐρύσσας
  19. μητέρι δῶρα τίταινεν, ἵνα ζεύξειεν ἀπήνῃ
  20. δίζυγας ἀμφοτέρῃσι πόδας παλάμῃσι πιέζων.