Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὑψόθεν ἀστήρικτος· ὁ δὲ δρόμον ἔφθασεν Ἥρης,
- πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν
- καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη
- ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου,
- οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς·
- κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων,
- χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων,
- μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ,
- καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ·
- Δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν
- ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων,
- Ἥρῃ χωομένῃ μεγάλη χάρις· οὐ γὰρ ἐῴκει,
- ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ·
- μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω,
- μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.
- ὣς εἰπών ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς
- κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις·
- αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας
- ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν
- μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσας.