Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πρώτη καμπύλον ἄνθος ἀναδέψασα κορύμβω
  2. ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ,
  3. αὐτὴ δʼ ἔπλεκε θύρσον ἑμόζυγον οἴνοπι κισσῷ,
  4. ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ
  5. κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ·
  6. καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι
  7. χαλκείας ἐνόνσε καὶ ἰξύι δέρματα νεβρῶν·
  8. καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην
  9. παίγνια κουρίζοντι διδασκομένη Διονύσῳ
  10. πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα
  11. σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην
  12. ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ.
  13. τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου
  14. ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη
  15. μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου·
  16. καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ
  17. παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς.
  18. καί νύ κεν ἠμάλδυνε Διὸς γόνον· ἀλλά μιν Ἑρμῆς
  19. ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης·
  20. Ἥρη δʼ ὠκυπέδιλος ἑπέδραμεν εὔποδι ταρσῷ