Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἔντεσι μιμηλοῖσι, καὶ οἷά περ αἵματος ὁλκῷ
- ἄνθεϊ φαρμακόεντι κατέγραφε νῶτα βοείης
- ποιητῇ ῥαθάμιγγι, καὶ ὡς κταμένων ἀπὸ φωτῶν
- βάψας ἰσοτύπῳ δεδολωμένα δάκτυλα μίλτῳ
- χεῖρας ἐρευθιόωντι νόθῳ φοινίσσετο λύθρῳ·
- καὶ κτύπον ἐννεάχιλον ἀνήρυγεν ἀνθερεῶνος
- σμερδαλέοις στομάτεσσι χέων ῥηξήνορα φωαάν·
- κλεψινόοις δʼ ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην,
- καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην·
- ἀμφοτέρας δʼ ἐρέθιζε· τόσῳ δʼ ἠνίπαπε μύθῳ·
- Δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμθίον, Ἥρη,
- ἄλλον, ἐπεὶ Σεμέλη τεὸν ἥρπασεν, ἧς χάριν εὐνῆς
- Θήβης ἑπταπύλοιο γαμήλιον οὖδας ἀμείβων
- οὐρανὸν ἑπτάζωνον ἀναίνεται· ἀντὶ σέθεν δὲ
- τέρπεται ἀγκὰς ἔχων χθονίην ἐγκύμονα νύμφην.
- πῇ μοι ζῆλος ἔβη μητρώιος; ἦ ῥα καὶ αὐτῆς
- εἰς Σεμέλης ὑμέναιον ἐθηλύνθη χόλος Ἥρης;
- πῇ σέο κέντρα μύωπος ἀφειδέος; οὐκέτι πόντῳ
- πόρτις ἁλιπτοίητος ἐλαύνεται; οὐκέτι βούτης
- Ἄργος ἀκοιμήτοισι πολυσπερέεσσιν ὀπωπαῖς