Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ,
  2. λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ·
  3. εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου,
  4. ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ·
  5. πολάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ
  6. Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ,
  7. καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ
  8. εἰς χορὸν ἴχνος ἔκαμψε· πάις δʼ ἀλόχευτος ἐχέφρων
  9. ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ
  10. αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν
  11. ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ.
  12. ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ
  13. ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος· ἀμφὲ δὲ κούρῳ
  14. ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι.
  15. καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν
  16. καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο
  17. Βάκου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος,
  18. αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ.
  19. καὶ φρενὶ κερδαλέῃ δκολιὴν ἐφράσσατο βουλὴν
  20. Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν