Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κλεψιγάμου Κρονίδαο νεώτερα λέκτρα φυλάσσει;
  2. ἀλλὰ τί μοι δίμος οὗτος Ὀλύμπιος; εἰς χθόνα βαίνων
  3. αἰθέρα καλλείψω πατρώιον, ἡμετέρην δὲ
  4. Θρῄκην ναιετάων οὐ μητέρος ἄλγεα λεύσσω
  5. ἀχνυμένης, οὐ Ζῆνα γαμοκλόπον· εἰ δέ ποτʼ ἔλθῃ
  6. γαῖαν ἐς ἡμετέρην ποθέων Βιστωνίδα κούρην,
  7. γνώσεται, οἷος Ἄρης, ὅτε χώεται· ἡμετέρην γὰρ
  8. Τιτήνων ὀλέτειραν ἔχων θανατηφόρον αἰχμὴν
  9. ἐκ Θρῄκης Κρονίωνα γυναιμανέοντα διώξω·
  10. καὶ πρόφασιν μεφέπων, ὅτι παρθένον εἰς λέχος ἕλκει,
  11. ἔσσομαι αὐτοκέλευστος ἐμῆς τιμήορος εὐνῆς,
  12. ὅττι χαμαιγενέεσσιν ὁμιλήσας ὑμεναίοις
  13. αἰθέρα ποικιλόνωτον ἑῶν ἔπλησεν ἐρώτων.
  14. οὐρανὸς ἱλήκοι, μερόπων δόμος· ἄξονα βαίνω;
  15. Καλλιστὼ κατʼ Ὄλυμπον ἑλίσσεται, ἧχι φαείνει
  16. κύκλος ἀερσιλόφοιο φερώνυμος Ἀρκάδος Ἄρκτου.
  17. Πλειάδος ἑπταπόρου στυγέω δρόμον· ἐν γὰρ Ὀλύμπῳ
  18. Ἠλέκτρη κλονέει με συναστράπτουσα Σελήῃ.
  19. νῦν πόθεν ἠρεμέεις; ὑποκόλπιον υἱέα Λητοῦς
  20. ἤκαχες Ἀπόλλωνα, καὶ οὐ Διόνυσον ὀρίνεις;