Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλὰ τί μοι βοέοιο γάμου τύπος ἢ νιφετοῖο;
  2. οὐκ ἐθέλω γέρας ἶσον, ὅ περ χθονίη λάχε νύμφη.
  3. Εὐρώπῃ λίπε ταῦρον, ἔα Δανάῃ χύσιν ὄμβρου·
  4. Ἥρης μοῦνος ἔχει με γάμων φθόνος. εἴ με γεραίρεις,
  5. παστὸν ἐμὸν κόσμησον ἐπουρανίῳ σέο πυρσῷ
  6. αἰθύσσων νεφέων ἐρόεν σέλας, ἀστεροπὴν δὲ
  7. ἕδνον ἐμῆς φιλότητος ἀπειθέι δεῖξον Ἀγαύῃ·
  8. Αὐτονόη φρίξειεν ἐμῷ παρὰ γείτονι παστῷ
  9. νυμφοκόμων ἀίουσα μέλος βρονταῖον Ἐρώτων,
  10. σύμβολον αὐτοβόητον ἀκηρύκτων σέο λέκτρων.
  11. δὸς δέ, περιπτύξαιμι φίλην φλόγα καὶ φρένα τέρψω
  12. ἀστεροπῆς ψαύουσα καὶ ἀμφαφόωσα κεραυνούς.
  13. δός μοι σῶν θαλάμων ζυγίην φλόγα· πᾶσα δὲ νύμφη
  14. πυρσὸν ἔχει πομπῆα τελεσσιγάμων ὑμεναίων.
  15. ἦ ῥα τεῶν γαμέων οὐκ ἄξιός εἰμι κεραυνῶν
  16. Ἄρεος αἷμα φέρουσα καὶ ὑμετέρης Ἀφροδίτης;
  17. δειλὴ ἐγώ· Σεμέλης μὲν ἔχει γάμος ὠκύμορον πῦρ
  18. καὶ χθονίους λαμπτῆρας, ἐφαπτομένη δὲ κεραυνοῦ
  19. καὶ στεροπῆς ψαύουσα τεὴ νυμφεύεται Ἥρη.
  20. νυμφίε τερπικέραυνε, σὺ μὲν πολυφεγγέι παστῷ