Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔνθεον εἶδος ἔχων ἐπὶ δέμνιον ἔρχεαι Ἥρης
  2. ἀστεροπαῖς γαμίῃσι καταυγάζων σέο νύμφην
  3. Ζεὺς πυρόεις, Σεμέλῃ δὲ δράκων ἢ ταῦρος ἱκάνεις·
  4. κείνη μὲν βαρύδουπον Ὀλύμπιον ἦχον Ἐρώτων
  5. εἰσαΐει, Σεμέλη δὲ τύπῳ σκιοειδέι μορφῆς
  6. ταύρου ψευδαλέοιο νόθον μυκηθμὸν ἀκούει·
  7. ἄψοφος εἰς ἐμὰ λέκτρα κατέρχεται ἀννέφελος Ζεύς,
  8. καὶ νεφεληγερέτης ὑψαύχενι μίγνυται Ἥρῃ.
  9. κούρης δʼ αἰνογάμοιο πατὴρ ἐμὸς αἴσχεα φεύγων
  10. ἐνδόμυχος σέο Κάδμος ἀλυσκάζει πάτον ἀνδρῶν,
  11. αἰδόμενος ναέτῃσι φανήμεναι, ὅττι πολῖται
  12. πάντες ἐφυβρίζουσι τεοῖς κρυφίοις ὑμεναίοις
  13. μεμφόμενοι Σεμέλην, ὅτι φώριον ἔσχεν ἀκοίτην.
  14. καλὸν ἐμοὶ πόρες ἕδνον ὀνείδεα θηλυτεράων·
  15. καὶ χορὸς ἀμφιπόλων ἐμὲ μέμφεται, ἔξοχα δʼ ἄλλων
  16. δειμαίνω στόμα λάβρον ἀσιγήτοιο τιθήνης.
  17. μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων
  18. σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ·
  19. δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε· γηραλέος γὰρ
  20. Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς.