Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί.
  2. ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης
  3. εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης
  4. λισσομένη φλογόεντας ἑοὺς δέξαιτο φονῆας.
  5. τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη
  6. ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων.
  7. καὶ Σεμέλη βαρύδεσμος ἐῷ νεοπενθέι θυμῷ
  8. ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων,
  9. μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην,
  10. Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς·
  11. Πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων,
  12. δὸς χάριν, Εὐρώπης κερόεις πόσις· αἰδέομαι γὰρ
  13. κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον, ἀκοίτην.
  14. Ἀκρίσιος Κάδμοιο μακάρτερος· ἀλλὰ καὶ αὐτὴ
  15. ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ,
  16. εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ·
  17. ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης
  18. ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς
  19. γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης
  20. μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα.