Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀφνειῇ ῥαθάμιγγι γυναιμανέος νιφετοῖο·
  2. οὐ μὲν χρύσεα δῶρα μακαρτάτη ᾔτεε νύμφη·
  3. εἶχε γὰρ ἕδνον Ἔρωτος ὅλον πόσιν. ἀλλά τις εἴη
  4. σιγὴ ἐφʼ ἡμείων, γενέτης μὴ Κάδμος ἀκούσῃ.
  5. ὥς φαμένη λίπε δῶμα καὶ ἀχνυμένην ἔτι νύμφην,
  6. Ἥρης ζῆλον ἔχουσαν ἀμιμήτων ὑμεναίων,
  7. μεμφομένην Κρονίωνι· παλιννόστῳ δὲ κελεύθῳ
  8. αἰθέρος ἔνδον ἵκανε, καὶ οὐρανίῳ παρὰ θώκῳ
  9. κείμενα δερκομένη Διὸς ἔντεα νόσφι φορῆος,
  10. οἷά περ εἰσαΐοντα, φίλῳ μειλίξατο μύθῳ·
  11. Βροντή, καὶ σὲ λέλοιπεν ἐμὸς νεφεληγερέτα Ζεύς;
  12. τίς πάλιν ἁρπάξας σε τεὸν γύμνωσε φορῆα;
  13. βροντή, ἐσυλήθης—οὐκ αἴτιός ἐστι Τυφωεύς—
  14. Ἥρης ξυνὰ παθοῦσα παρήγορε· νυμφοκόμος γὰρ
  15. ἡμέας ἀμφοτέρους ἀπαναίνεται ὑέτιος Ζεύς.
  16. οὐ νιφετοῖο ἔτι γαῖα παλύνεται, ὑγροχύτου δὲ
  17. ὄμβρου λειπομένου περιβόσκεται αὐχμὸς ἀρούρης
  18. αὔλακα, καρπὸν ἔχων ἀχρήιον· ἀγρονόμοις δὲ
  19. ἀντὶ κελαινεφέος κικλήσκεται ἀννέφελος Ζεύς.
  20. ἀστεροπαί, Κρονίωνι πυρώδεα ῥήξατε φωνήν,