Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἷα παρʼ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ,
  2. σῆμα γάμων ἔστησεν Ἀμυμώνης, ὅθι νύμφης
  3. Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης.
  4. ἀλλὰ τί κικλήσκω σε παρευνέτιν ἐννοσιγαίου;
  5. ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων;
  6. ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ
  7. παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς.
  8. εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων,
  9. ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ,
  10. ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρά τις εἴπῃ·
  11. Ἥρης καὶ Σεμέλης νυμφοστόλοι εἰσὶ κεραυνοί.
  12. ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει·
  13. οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης.
  14. ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων
  15. Ζεὺς κερόεις ἀνάειρε· ποθοβλήτοιο δὲ ταύρου
  16. ἄβροχος ἀκροτάτοιο διʼ ὕδατος ἔτρεχε χηλή,
  17. καὶ σκάφος ἦεν Ἔρωτος ὁ τηλίκος. ἆ μέγα θαῦμα,
  18. παρθένος ἡνιόχευε τὸν αἰθέρος ἡνιοχῆα.
  19. ὀλβίζω Δανάην Σεμέλης πλέον, ἧς διὰ κόλπου
  20. χρύσεος ἐξ ὀρόφοιο κατέρρεεν ὑέτιος Ζεὺς