Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς
  2. καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ,
  3. ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς,
  4. ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις
  5. δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ
  6. εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη.
  7. εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων
  8. καὶ Σεμέλης ὑπʼ ἔρωτι λελασμένος ἔπλετο Δάφνης,
  9. νόσφι δόλου κρυφίοιο διʼ ἠέρος εἰς σὲ χορεύσῃ
  10. ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων,
  11. ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων,
  12. πιστὸν ἑῶν θαλάμων σημήιον· εἰσορόων γὰρ
  13. Κάδμος ἐπουρανίην κιθάρην Θοίβοιο νοήσει,
  14. ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης
  15. Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους.
  16. εἰ δὲ γυναιμανέων σε βιήσατο κυανοχαίτης,
  17. καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης,
  18. ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου
  19. νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης,
  20. ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ,