Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χλόος οἰνώπων μελέων πάρος· ἑζομένης δὲ
  2. Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ
  3. ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων
  4. ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν.
  5. καὶ πρόφασιν μόγις εὗρεν· ἐπεστενάχιζε δὲ μύθῳ
  6. δάκρυον εὐποίητον ἀποψήσασα προσώπου,
  7. καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ·
  8. Εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί;
  9. πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων
  10. πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου;
  11. καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας;
  12. καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ
  13. ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται;
  14. ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων.
  15. εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης·
  16. τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην;
  17. εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην
  18. καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης,
  19. ἐλθέτω εἰς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων·
  20. γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ.