Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς θάλαμον Σεμέλης ἀπατήλιος ἤλυθεν Ἥρη,
  2. ζήλῳ φυσιόωσα· μελιγλώσσῳ δὲ γεραιῇ
  3. ἰσοφανὴς φιλόπαιδι δέμας μορφοῦτο τιθήνῃ
  4. παιδοκόμῳ, τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ,
  5. καί οἱ κλῆρον ἔδωκε, καὶ ὤπασεν ἀνδρὶ γυναῖκα
  6. οἷα πατήρ· κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ
  7. νήπιον εἰσέτι Κάδμον ἑᾷ μαιώσατο μαζῷ
  8. καὶ βρέφος Εὐρώπην φιλίῳ πήχυνεν ἀγοστῷ.
  9. τῇ δέμας ἶσον ἔχουσα διέστιχεν εἰς δόμον Ἥρη
  10. χωομένη Σεμέλῃ καὶ Κύπριδι καὶ Διονύσῳ
  11. μή πω φέγγος ἰδόντι, καὶ ἀρτιγάμῳ παρὰ παστῷ
  12. τοῖχον ἐς ἀντικέλευθον ἑὴν ἔκλινεν ὀπωπὴν
  13. ὄμμα παρατρέψασα, Διὸς μὴ λέκτρα νοήσῃ.
  14. τὴν μὲν Πεισιάνασσα καθίζανεν ὑψόθι δίφρου
  15. ἀμφίπολος Σεμέλης, Τυρίης βλάστημα γενέθλης,
  16. Θελξινόη δὲ τάπητας ἐνήρμοσεν ἤνοπι δίφρῳ.
  17. ἔνθα θεὰ σχεδὸν ἧστο δολοπλόκος· εὗρε δὲ κούρην
  18. βριθομένην ὠδῖνι πεπαινομένου τοκετοῖο·
  19. καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης,
  20. γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ