Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα.
  2. ὣς εἰπὼν ἐς Ὄλυμπον ἔβη θεός· ἐν δὲ μελάθρῳ
  3. ὑψορόφῳ νόον εἶχεν ἀλώμενον ἐγγύθι νύμφης,
  4. Θήβης οἶστρον ἔχων πλέον αἰθέρος· ἱμερόεις γὰρ
  5. οὐρανὸς ἦν Κρονίδῃ Σεμέλης δόμος, ἀμφὶ δὲ παστῷ
  6. ἀμφίπολοι Κάδμοιο Διὸς πέλον εὔποδες Ὧραι.
  7. καὶ γαμίῃ ῥαθάμιγγι Διιπετέων ὑμεναίων
  8. ὄγκῳ θλιβομένη Σεμέλης κυμαίνετο γαστήρ·
  9. μαρτυρίῃ δὲ τόκοιο φιλοστεφάνου Διονύσου
  10. στέμματι θυμὸν ἔτερπεν, ἐπʼ ἀνθοκόμῳ δὲ καρήνῳ
  11. θυιάδος αὐτοέλικτον ἀνέπλεκε κισσὸν ἐθείρης
  12. Βασσαρίδων ἅτε μάντις, ἐπεσσομένῃσι δὲ νύμφαις
  13. ὄψιμον ἀγχιτόκοισιν ἐπωνυμίην πόρε κισσοῦ.
  14. καὶ βαρὺν ὄγκον ἔχουσα θεηγενέος τοκετοῖο,
  15. εἴ ποτέ τις σύριγγι γέρων ἐμελίζετο ποιμήν,
  16. γείτονος εἰσαΐουσα φιλαγραύλου μέλος Ἠχοῦς,
  17. οἰοχίτων θαλάμοιο διέστιχε θυιάδι ῥιπῇ·
  18. εἰ κτύπος οὐρεσίφοιτος ἀκούετο δίζυγος αὐλοῦ,
  19. ὑψορόφων ἀπέδιλος ἀναθρῴσκουσα μελάθρων
  20. εἰς ῥάχιν αὐτοκέλευστος ἐρημάδος ἔστιχεν ὕλης·