Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Τηθύος ἀρχεγόνοιο συνέστιος· ἔνθεν ἱκάνω
  2. εἰς δόμον Ἁρμονίης, καὶ Ὀφίονος ἐγγύθι μίμνω.
  3. ἀλλὰ σύ, κυδαίνουσα Διὸς παμμήτορα νύμφην,
  4. δός μοι ἔχειν ζωστῆρα βοηθόον, ὄφρα φυγόντα
  5. θέλξω θοῦρον Ἄρηα τὸ δεύτερον αἰθέρα ναίειν.
  6. ὣς φαμένης ἀπάμειπτο θεὰ πειθήμονι μύθῳ
  7. Μῆτερ Ἐνυαλίοιο, Διὸς πρωτόθρονε νύμφη,
  8. δώσω ἐμὸν ζωστῆρα, καὶ εἰ πλέον ἄλλο κελεύεις
  9. πείθομαι, ὅττι θεοῖσι μετὰ Κρονίωνος ἀνάσσεις.
  10. δέχνυσο τοῦτον ἱμάντα· περισφίγξασα δὲ κόλπῳ
  11. Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν· ἢν δʼ ἐθελήσῃς,
  12. θέλγε νόον Κρονίδαο καὶ, εἰ χρέος, Ὠκεανοῖο
  13. χωομένου· χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων
  14. ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς
  15. ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ·
  16. οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.
  17. ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων
  18. ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ.
  19. Δικταίης δὲ λιποῦσα σακέσπαλον ἄντρον ἐρίπνης
  20. καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης