Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.
  2. καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ
  3. ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·
  4. Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν
  5. αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,
  6. μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.
  7. οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς
  8. πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων
  9. ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ
  10. ἤλυθεν εἰς Κρήτην, Σεμέλη δʼ ἐς Ὄλυμπον ἱκάνει.
  11. τί πλέον ἤθελες ἄλλο μετʼ αἰθέρα καὶ πόλον ἄστρων;
  12. καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν
  13. νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ.
  14. ἀλλὰ μετʼ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς,
  15. τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος
  16. παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,
  17. καὶ μετὶ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης
  18. ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω·
  19. ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις
  20. υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.