Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἰκτείρων ἐμόγησα πολυτλήτων γένος ἀνδρῶν.
  2. ἄρκιον οὐ πέλε γῆρας, ὅ περ νεότητα μαραίνει
  3. καὶ βραδὺν ἄνδρα τίθησι κάτω νεύοντι καρήνῳ,
  4. κυφός ὅτε τρομερῇσι περισσοπόδεσσι πορείαις
  5. γηροκόμῳ βαρύγουνος ἐρείδεται ἠθάδι βάκτρῳ·
  6. ἄρκιος οὐ πέλε πότμος, ὃς ἔκρυφε πολλάκι Λήθῃ
  7. νυμφίον ἀρτιχόρευτον ὁμόστολον ἥλικι νύμφῃ,
  8. συζυγίης ἀλύτοιο φερέσβια πείσματα λύσας.
  9. οἶδα μέν, ὡς ἐρόεις πέλεται γάμος, ἧχι λιγαίνει
  10. Πανιάδος σύριγγος ὁμόθροος αὐλὸς Ἀθήνης·
  11. ἔμπης, ποῖον ὄνειαρ, ὅτε ζυγίῳ παρὰ παστῷ
  12. ἑπτατόνου φόρμιγγος ἀράσσεται ὄρθιος ἠχώ;
  13. πηκτίδες οὐ λύουσι μεληδόνας· ἀλλὰ καὶ αὐτὸς
  14. νυμφιδίην ἀχόρευτος Ἔρως ἀπεσείσατο πεύκην
  15. τερπωλῆς χατέοντας ὀπιπεύων ὑμεναίους.
  16. ἀλλὰ πολυκμήτων μερόπων ἐπίληθον ἀνίης
  17. φάρμακον ἐρρίζωτο βιοσσόον· οὐράνιον γὰρ
  18. οὐκ ὄφελέν ποτε κεῖνο πίθου κρήδεμνον ἀνοῖξαι
  19. ἀνδράσι Πανδώρη γλυκερὸν κακόν. ἀλλὰ καὶ αὐτὸς
  20. ἀνδρομέης κακότητος ἐπαίτιός ἐστι Προμηθεύς,