Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,
  2. νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν.
  3. ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην
  4. αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης,
  5. ἱκεσίης ὀρέγεν κεχαλασμένον ὁλκὸν ὑπήνης,
  6. εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου
  7. ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν·
  8. καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων
  9. ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν·
  10. Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου.
  11. οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ
  12. ὥριον ἀμώουσα ταχυφθιμένης στάχυν ἥβης;
  13. οὔ πω λείψανα κεῖνα παρήλυθεν, ἐξ ὅτε φωτῶν
  14. ἔκλυσας ἔθνεα πάντα, καί ἠερίου ῥόος ὄμβρου
  15. ἠέρα κυμαίνων ἐπεπάφλασε γείτονι Μήνῃ.
  16. χαιρέτω ὠκυμόρων μερόπων βίος, ὧν ἐπὶ πότμῳ
  17. οὐρανίους οἴηκας ἀναίνομαι οὐκέτι κόσμου
  18. πεῖσμα κυβερνήσω· μακάρων δέ τις ἄλλος ἀρείων
  19. πηδάλιον βιότοιο παλιννόστοιο δεχέσθω·
  20. ἄλλος ἐμῶν ἐτέων ἐχέτω δρόμον· αἰνοπαθὲς γὰρ