Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὃς μογερῶν μερόπων ἐπικήδεται· ἀρχεκάκου γὰρ
  2. ἀντὶ πυρὸς γλυκὺ νέκταρ, ὅ περ μακάρων φρένα τέρπει,
  3. κλέψαι μᾶλλον ὄφελλε καὶ ἀνδράσι δῶρον ὀπάσσαι,
  4. ὄφρα τεῷ σκεδάσειε ποτῷ μελεδήματα κόσμου.
  5. ἀλλὰ λιπὼν βιότοιο πολυφλοίσβοιο μερίμνας
  6. σὰς τελετὰς σκοπίαζε κατηφέας· ἦ ῥά σε θέλγει
  7. ἀσπόνδων θυέων ἀνεμώλιος ἀτμὸς ἀλήτης;
  8. ὣς φαμένοιο γέροντος ἐπὶ χρόνον ἔμφρονι σιγῇ
  9. μῆτιν ἑὴν ἐλέλιζεν ἀτέρμονα μητίετα Ζεύς·
  10. καὶ φρενὸς ἡνία λῦσεν· ἐπασσυτέρῃσι δὲ βουλαῖς
  11. ἐγκεφάλου γονόεντος ἐδινεύοντο μενοιναί.
  12. καὶ Κρονίδης Αἰῶνι θεηγόρον ἴαχε φωνὴν
  13. ἄξονος ὀμφήεντος ὑπέρτερα θέσφατα φαίνων·
  14. Ὦ πάτερ, ἀενάων ἐτέων αὐτόσπορε ποιμήν,
  15. μὴ νεμέσα· βροτέη γὰρ ἀώριος οὔ ποτε λήγει
  16. πληθομένη μινύθουσα φύσις, μίμημα σελήνης.
  17. νέκταρ ἔα μακάρεσσι, καὶ ἀνδράσιν ἄλκαρ ἀνίης
  18. αὐτοχύτῳ γλυκὺν οἶνον ἐοικότα νέκταρι δώσω·
  19. ἄλλο ποτὸν μερόπεσσιν ἐφάρμενον· ἀρχέγονος δὲ
  20. ἄχνυται εἰσέτι κόσμος, ἕως ἕνα παῖδα λοχεύσω.