Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λεπτὸς ἐυκνήμιδος ἐπέγραφεν ὁλκὸς ἀπήνης·
  2. ὄμμασι γὰρ Ληθαῖον ἀμεργομένη πτερὸν Ὕπνου
  3. ἀντιτύπῳ πόμπευεν ἀλήμονα θυμὸν ὀνείρῳ
  4. θέσφατα ποικίλλοντι, καὶ ἀρτιγόνοισι κορύμβοις
  5. ἔλπετο καλλιπέτηλον ἰδεῖν φυτὸν ἔνδοθι κήπου
  6. ἔγχλοον, οἰδαλέῳ βεβαρημένον ὄμφακι καρπῷ,
  7. νιφόμενον Κρονίωνος ἀεξιφύτοισιν ἐέρσαις·
  8. ἐξαπίνης δὲ πεσοῦσα διʼ αἰθέρος οὐρανίη φλὸξ
  9. δένδρον ὅλον πρήνιξεν, ἑοῦ δʼ οὐχ ἥπτετο καρποῦ·
  10. ἀλλά μιν ἁρπόξας τανυσίπτερος ὄρνις ἀλήτης
  11. ἡμιτελῆ χατέοντα τελεσσιγόνοιο λοχείης
  12. ὤρεγε μὲν Κρονίωνι· πατὴρ δέ μιν ἡδέι κόλπῳ
  13. δέκτο λαβών, μηρῷ δὲ συνέρραφεν· ἀντὶ δὲ καρποῦ
  14. ταυροφυὴς κερόεντι τύπῳ μορφούμενος ἀνὴρ
  15. αὐτοτελὴς βλάστησεν ὑπὲρ βουβῶνα τοκῆος·
  16. καὶ Σεμέλη φυτὸν ἦεν, ὑπερφρίσσουσα δὲ κούρη
  17. ἐκ λεχέων ἀνέπαλτο καὶ ἐπτοίησε τοκῆα
  18. εὐπετάλων ἐνέπουσα σελασφόρον ἀτμὸν ἀνείρων.
  19. καὶ Σεμέλης δεδόνητο φυτόν πυρίκαυτον ἀκούων
  20. Κάδμος ἄναξ· καλέσας δὲ θεηγόρον υἷα Χαρικλοῦς