Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πρώιος αἰθαλόεντας ἐπέφραδε παιδὸς ὀνείρους.
  2. καὶ τότε Τειρεσίαο δεδεγμένος ἔνθεον ὀμφὴν
  3. παῖδα πατὴρ προέηκεν ἐς ἠθάδα νηὸν Ἀθήνης
  4. Ζηνὶ θυηπολέουσαν ἀκοντιστῆρι κεραυνοῦ
  5. ταῦρον ὁμοκραίροιο φυῆς ἴνδαλμα Λυαίου,
  6. καὶ τράγον ἐσσομένης σταφυλητόμον ἐχθρὸν ὀπώρης.
  7. ἔνθεν ἔβη πρὸ πόληος, ὅπως Διὶ βωμὸν ἀνάψῃ,
  8. ἀστεροπῆς μεδέοντι· παρισταμένη δὲ θυηλαῖς
  9. αἵματι κόλπον ἔδευσε, φόνῳ δʼ ἐρραίνετο κούρη·
  10. καὶ πλοκάμους ἐδίηναν ἀφειδέες αἵματος ὁλκοί,
  11. καὶ βοέαις λιβάδεσσιν ἐπορφύροντο χιτῶνες·
  12. καὶ δρόμον ἰθύνουσα βαθυσχοίνῳ παρὰ ποίῃ
  13. γείτονος Ἀσωποῖο μετέστιχε πάτριον ὕδωρ
  14. παρθένος αἰολόπεπλος, ἵνα σμήξειε ῥεέθροις
  15. στικτὰ πολυρραθάμιγγι δεδευμένα φάρεα λύθρῳ.
  16. καὶ Σεμέλην ὁρόωσα παρʼ Ἀσωποῖο ῥεέθροις
  17. λουομένην ἐγέλασσεν ἐν ἠέρι φοιτὰς Ἐρινὺς
  18. μνησαμένη Κρονίωνος, ὅτι ξυνήονι πότμῳ
  19. ἀμφοτέρους ἤμελλε βαλεῖν φλογόεντι κεραυνῷ.
  20. κεῖθι δέμας φαίδρυνε, σὺν ἀμφιπόλοισι δὲ γυμνὴ