Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην·
  2. πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους·
  3. αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει·
  4. ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει·
  5. ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ·
  6. εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ·
  7. θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης·
  8. ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης·
  9. δωδέκατος τρισέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.
  10. ἀλλʼ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων,
  11. ἄλλους μὲν μεθέηκε πυριγλώχινας ὀιστούς,
  12. χειρὶ δὲ πέμπτον ἄειρε καὶ ἥρμοσεν αἴθοπι νευρῇ
  13. κισσὸν ἐπὶ γλωχῖνι βαλὼν πτερόεντος ὀιστοῦ,
  14. δαίμονος ἀμπελόεντος ἵνα στέφος ἅρμενον εἴη,
  15. νεκταρέου κρητῆρος ὅλον βέλος ἰκμάδι βάψας,
  16. νεκταρέην ἵνα Βάκχος ἀεξήσειεν ὀπώρην.
  17. ὄφρα μὲν εἰς Διὸς οἶκον Ἔρως κουφίζετο παλμῷ,
  18. τόφρα δὲ καὶ Σεμέλη ῥοδοειδέι σύνδρομος ὄρθρῳ
  19. ἀργυρέης ἐτίταινε διʼ ἄστεος ἦχον ἱμάσθλης
  20. ἡμιόνους ἐλάουσα, καὶ ὄρθιος ἄκρα κονίης