Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ θεὸς ἡμερίδων ἐπικείμενον οἴνοπι κισσῷ
  2. ὡς στέφος ἑρπηστῆρα περὶ πλοκάμοισιν ἑλίξας---
  3. σῆμα νέης θεότητος ἔχων ὀφιώδεα μίτρην·
  4. καὶ μακάρων ὁμότιμος ἐπώνυμος ἀνδράσιν ἔσται
  5. ἀμπελόεις Διόνυσος, ἅτε χρυσόρραπις Ἑρμῆς,
  6. χάλκεος ὥς περ Ἄρης, ἑκατηβόλος ὥς περ Ἀπόλλων.
  7. εἶπε πατήρ· Μοῖραι δὲ συνῄνεον· ἀμφὶ δὲ μύθῳ
  8. ἐσσομένων κήρυκες ἐπέπταρον εὔποδες Ὧραι.
  9. καὶ τὰ μὲν ὣς εἰπόντε διέτμαγεν, ὃς μὲν ἱκάνων
  10. οἶκον ἐς Ἁρμονίης, ὁ δὲ ποικίλον εἰς δόμον Ἥρης.
  11. καὶ σοφὸς αὐτοδίδακτος Ἔρως αἰῶνα νομεύων
  12. πρωτογόνου Χάεος ζοφεροὺς πυλεῶνας ἀράξας
  13. ἰοδόκην ἐκόμισσε θεήλατον, ᾗ ἔνι μούνῃ
  14. εἰς πόθον ἀλλοπρόσαλλον ἐπιχθονίων ὑμεναίων
  15. Ζηνὶ πυριτρεφέες πεφυλαγμένοι ἦσαν ὀιστοὶ
  16. δώδεκα, καὶ χρύσειον ἔπος μετρηδὸν ἑκάστῳ
  17. ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης·
  18. πρῶτος ἄγει Κρονίωνα βοώπιδος εἰς λέχος Ἰοῦς·
  19. δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ·
  20. Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου·