Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ γαμίης φιλότητος ἁμιλλητῆρας ἀκούων
  2. Ἄρεα δίζετο μᾶλλον, ὑπὲρ δυτικοῦ δὲ μελάθρου
  3. φῶρα γάμων ἐνόησε σὺν ἀστέρι Κυπρογενείης
  4. ἑσπερίῳ· καὶ κλῆρον ἐπώνυμον εὗρε τοκήων
  5. παρθενικῆς ἀστραῖον ὑπὸ στάχυν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  6. ὀμβροτόκου Κρονίδαο Φαεσφόρος ἔτρεχεν ἀστήρ.
  7. ἀλλʼ ὅτε πάντα νόησεν ἀριθμήσας ἴτυν ἄστρων,
  8. σφαῖραν ἀειδίνητον ἀνέκρυφε κοιλάδι κίστῃ,
  9. σφαῖραν ποικιλόνωτον· ἀνειρομένῃ δὲ θεαίνῃ
  10. τριπλόον ὀμφαίης ἀνερεύγετο θέσφατον ἠχοῦς·
  11. Δημῆτερ φιλότεκνος, ὑπὸ σκιοειδέι κώνῳ
  12. κλεπτομένης ἀκτῖνος ἀφωτίστοιο Σελήνης
  13. νυμφίον ἁρπακτῆρα φυλάσσεο Περσεφονείης
  14. κρυπτὸν ἀσυλήτοιο τεῆς ληίστορα κούρης,
  15. εἰ λίνα Μοιράων ἐπιπείθεται· ἀπροϊδῆ δὲ
  16. ἀθρήσεις πρὸ γάμοιο νόθον λαθραῖον ἀκοίτην
  17. θηρομιγῆ δολόμητιν, ἐπεὶ δυτικῷ παρὰ κέντρῳ
  18. σὺν Παφίῃ στείχοντα γαμοκλόπον Ἄρεα λεύσσω,
  19. ἀμφοτέροις δὲ Δράκοντα παραντέλλοντα δοκεύω.
  20. ὀλβίστην ἐνέπω σε· σὺ γὰρ τετράζυγι κόσμῳ