Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔσσεαι ἀγλαόκαρπος, ὅτι χθονὶ καρπὸν ὀπάσσεις
  2. ἀτρυγέτῳ· κούρης γὰρ ὑπὲρ κλήροιο τοκήων
  3. παρθένος Ἀστραίη σταχυώδεα χεῖρα τιταίνει.
  4. ὣς φάμενος μαντῷον ὑπὸ στόμα κοίμισεν ὀμφήν.
  5. ἀλλʼ ὅτε Δημήτηρ δρεπανηφόρος ἐλπίδα καρπῶν
  6. ἐσσομένων ἤκουσε καὶ αὐτοκέλευστον ἀκοίτην
  7. τηλυγέτης ἀδμῆτος ἀνέγγυον ἅρπαγα κούρης,
  8. ἔστενε μειδιόωσα· διʼ ὑψιπόρου δὲ κελεύθου
  9. οἶκον εὸν σπεύδουσα κατηφέι δύσατο ταρσῷ
  10. καὶ ζυγὸν εὐδίνητον ἐχιδναίῃ παρὰ φάτνῃ
  11. ἀμφιταλαντεύσασα λόφῳ διδυμάονι θηρῶν
  12. ἄζυγας ἑρπηστῆρας ἐπεσφήκωσε λεπάδνῳ·
  13. καὶ γένυν ἀγκυλόδοντι περισφίγγουσα χαλινῷ
  14. ξανθοφυὴς βλοσυροῖο διʼ ἅρματος ἤγαγε Δηὼ
  15. παῖδα καλυπτομένην νεφέλης κυανάμπυκι μίτρῃ,
  16. καὶ κτύπον ἀντικέλευθον ἐπιβρομέοντος ἀπήνῃ
  17. θηρονόμῳ μάστιγι κατερροίζησε Βορῆος,
  18. ἠερίης ἱππηδὸν ἐπεσσυμένων δρόμον αὔρης
  19. ἀσταθέων πτερὰ κοῦφα περιστέλλουσα δρακόντων
  20. ἀμφὶ κέρας Λιβυκοῖο παλίσσυτον Ὠκεανοῖο.