Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χρόνον οὐ πταίοντα καὶ ἀπλανέος δρόμον Ὥρης
  2. ἀρχεγόνου, κάμψας δὲ μετάτροπα δάκτυλα χειρῶν
  3. ἀμφὶ παλιννόστοιο μετήλυδα κύκλον ἀριθμοῦ
  4. ἐκ παλάμης παλάμῃ διεμέτρεε δίζυγι παλμῷ·
  5. καί οἱ κεκλομένῳ θεράπων εὔκυκλον ἀείρας
  6. σφαῖραν ἑλισσομένην, τύπον αἰθέρος, εἰκόνα κόσμου,
  7. Ἀστερίων παρέθηκε λαβὼν ἐπὶ πώματι χηλοῦ.
  8. ἔνθα γέρων πεπόνητο, καὶ ἄξονος ἄκρον ἑλίσσων
  9. ζῳδιακὸν περὶ κύκλον ἑὴν ἐτίταινεν ὀπωπὴν
  10. λεύσσων ἔνθα καὶ ἔνθα καὶ ἀπλανέας καὶ ἀλήτας·
  11. καὶ πόλον ἀμφελέλιζε· πολυστροφάλιγγι δὲ ῥιπῇ
  12. εἰς δρόμον ἀστήρικτον ἀτέρμονι κάμπτετο νύσσῃ
  13. ἄστρασι ποιητοῖσι νόθος κυκλούμενος αἰθήρ,
  14. ἄξονι μεσσατίῳ τετορημένος· εὗρε δὲ δαίμων
  15. σφαῖραν ἰδὼν στεφανηδόν, ὅτι πλήθοντι προσώπῳ
  16. ἀγκύλα συνδέσμοιο διέτρεχε νῶτα Σελήνη,
  17. καὶ Φαέθων ἰσόμοιρος ἔην ἀντώπιδι Μήνῃ
  18. κέντρῳ ὑποχθονίῳ πεφορημένος, ἀχλυόεις δὲ
  19. κῶνος ἀερσιπότητος ἀπὸ χθονὸς ὀξὺς ἀνέρπων
  20. ἀντίτυπον Φαέθοντος ὅλην ἐκάλυψε Σελήνην·