Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εὖρος ἐῳνοχόει, προχόῳ δʼ ἐπιδόρπιον ὕδωρ
  2. εἶχε Νότος, Βορέης δὲ φέρων ἐπέθηκε τραπέζῃ
  3. ἀμβροσίην, Ζέφυρος δὲ περιθλίβων θρόον αὐλοῦ
  4. εἰαρινοῖς δονάκεσσι μελίζετο θῆλυς Ἀήτης·
  5. καὶ στεφάνους ἔπλεξεν Ἑωσφόρος ἄνθεα δήσας
  6. ὀρθρινοῖς κομόωντα δροσιζομένοισι κορύμβοις·
  7. καὶ νυχίου λαμπτῆρος ἐθήμονα πυρσὸν ἀείρας
  8. ἕσπερος ὀρχηστῆρι ποδῶν ἐλελίζετο ταρσῷ
  9. πάλλων καμπύλον ἴχνος, ἐπεὶ πέλε πομπὸς Ἐρώτων,
  10. καὶ σκαρθμῷ μεμέλητο χοροπλεκέων ὑμεναίων.
  11. ἀλλʼ ὅτε δὴ μετὰ δαῖτα θεὰ κεκόρητο χορείης
  12. σεισαμένη βαρὺ κέντρον ἀμερσινόοιο μερίμνης,
  13. μαντοσύνην ἐρέεινε, φιλοστόργου δὲ γεραιοῦ
  14. λαιῇ μὲν παλάμῃ γονάτων θίγε, λισσομένη δὲ
  15. δεξιτερῇ ψαύεσκε βαθυσμήριγγος ὑπήνης·
  16. καὶ πολέας μνηστῆρας ἑῆς μυθήσατο κούρης
  17. θέσφατα μαστεύουσα παρήγορα· μαντοσύναι γὰρ
  18. ἐλπίσιν ἐσσομένῃσιν ὑποκλέπτουσιν ἀνίας.
  19. οὐδὲ γέρων Ἀστραῖος ἀναίνετο· μουνοτόκου δὲ
  20. κούρης ἀρτιλόχευτα γενέθλια μέτρα νοήσας