Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κυανέην ἐνέπασσε κόνιν περὶ νῶτα τραπέζης,
  2. καὶ τυπόων ἑλικηδὸν ὑπʼ ἀγκυλόδοντι σιδήρῳ
  3. πυθμένα τετράπλευρον ἐπέγραφεν αἴθοπι τέφρῃ,
  4. καὶ τύπον ἄλλον ἔτευξεν ἰσογλώχινι τριγώνῳ.
  5. ἀλλὰ τὰ μὲν μεθέηκε καὶ ἤλυθεν ἄγχι θυράων
  6. ἀντιόων Δήμητρι· διεσσυμένων δὲ μελάθρου
  7. ἕσπερος ἡγεμόνευε, καὶ εἰς θρόνον ἵδρυε Δηὼ
  8. πατρὸς ἑοῦ παρὰ θῶκον· ὁμοστόργῳ δὲ μενοινῇ
  9. νεκταρέου κεράσαντες ἀπὸ κρητῆρος Ἀῆται
  10. δαίμονα λυσιπόνοισιν ἐδεικανόωντο κυπέλλοις
  11. υἱέες Ἀστραίοιο· πιεῖν δʼ ἠρνήσατο Δηὼ
  12. Περσεφόνης μεθύουσα μεληδόνι· μουνοτόκοι γὰρ
  13. τηλυγέτους διὰ παῖδας ἀεὶ τρομέουσι τοκῆες·
  14. ἀλλὰ μόγις παρέπεισεν ἀναινομένην ἔτι Δηὼ
  15. ἡδυεπὴς Ἀστραῖος ἔχων θελξίφρονα Πειθώ.
  16. ἔνθα γέρων μέγα δεῖπνον ἐπήρτυεν, ὄφρα μερίμνας
  17. θυμοδακεῖς Δήμητρος ἀποσκεδάσειε τραπέζῃ.
  18. καὶ πίσυρες λαγόνεσσι καθαψάμενοι τελαμῶνας
  19. πατρὸς ὑποδρηστῆρες ἐμιτρώθησαν Ἀῆται·
  20. νεκταρέῳ δὲ κύπελλα παρὰ κρητῆρι τιταίνων