Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Δίζεο θέσκελον ἕκτον, ὅπῃ Ζαγρῆα γεραίρων γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς.
- οὐδὲ πατὴρ τότε μοῦνος ἔχεν πόθον· ἀλλὰ καὶ αὐτοὶ
- ἓν βέλος ἶσον ἔχοντες, ὅσοι ναετῆρες Ὀλύμπου,
- Δηῴης ὑμέναιον ἑεδνώσαντο θεαίνης.
- ἔνθα σέλας ῥοδέοιο διαλλάξασα προσώπου
- ἄλγεσι κυμαίνοντα νόον μαστίζετο Δηώ·
- καὶ κεφαλῆς γονόεσσαν ἀπεσφήκωσε καλύπτρην,
- αὐχενίης λύσασα καθειμένα βόστρυχα χαίτης,
- παιδὶ περιφρίσσουσα· βαρυνομένης δὲ θεαίνης
- δάκρυσιν αὐτοχύτοισι καθικμαίνοντο παρειαί,
- ὅττι τόσους μνηστῆρας ἑνὶ φλογόεντι βελέμνῳ
- εἰς ἔριν οἰστρηθέντας ὁμοζήλων ὑμεναίων
- ξυνὸς Ἔρως βάκχευεν, ἁμιλλητῆρας Ἐρώτων·
- πάντας μὲν τρομέεσκε, τὸ δὲ πλέον ὄμπνια μήτηρ
- παιδὸς ἔχειν Ἥφαιστον ἐδείδιε χωλὸν ἀκοίτην.
- καὶ δόμον Ἀστραίοιο μετέστιχεν εὔποδι ταρσῷ,
- δαίμονος ὀμφήεντος· ὀπισθοπόρων δὲ κομάων
- ἄπλοκον ἀσταθέεσσιν ἐσείετο βόστρυχον αὔραις.
- τὴν μὲν ἰδὼν ἤγγειλεν Ἑωσφόρος· εἰσαΐων δὲ
- ὦρτο γέρων Ἀστραῖος· ὁ μὲν γραμμῇσι χαράσσων