Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σείων δαυλὰ γένεια· παρισταμένων δὲ θυρέτρῳ
  2. εὔνασεν ἰσοτύπων πεφορημένος ὄμμα δρακόντων---
  3. καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης
  4. μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων
  5. Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ,
  6. Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης
  7. μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ
  8. ἀστεροπὴν ἐλέλιζε νεηγενέος δὲ φορῆος
  9. νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί.
  10. οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά ἑ γύψῳ
  11. κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου
  12. δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης
  13. Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ
  14. ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ.
  15. ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ
  16. τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν
  17. ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων,
  18. πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων,
  19. πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων·
  20. ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ