Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων
  2. ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου·
  3. πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων
  4. φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ,
  5. ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,
  6. ἀμφελελιζομένης λασιότριχος ὑψόθι νώτου
  7. αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῆς·
  8. ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου
  9. ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ
  10. ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,
  11. καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ·
  12. ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης
  13. ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης,
  14. γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος,
  15. καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ
  16. ὁρμὸν ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας·
  17. καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσας
  18. τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ
  19. ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων
  20. θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.