Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κεῖθι δὲ Καλλιγένειαν, ἑὴν εὔπαιδα τιθήνην,
  2. κάλλιπε σὺν ταλάροισι, καὶ ὁππόσα θήλεϊ φύτλῃ
  3. Παλλάδος εὐπαλάμοιο νέμει ταλασήιος ἱδρώς·
  4. καὶ ποσὶν ἠέρα τέμνεν, ἐρημονόμοις δὲ φυλάξαι
  5. καμπύλα πετραίῃσιν ἐπέτρεπεν ἅρματα Νύμφαις.
  6. ἀμφὶ δὲ καρχαρόδοντα γένυν πεπόνητο σιδήρου
  7. εἰροκόμῳ ξαίνουσα περὶ κτενὶ λήνεα κούρη,
  8. ἠλακάτῃ δʼ ἐνέλισσε· πολυστροφάδεσσι δὲ ῥιπαῖς
  9. εἰλυφόων ἄτρακτος ἕλιξ βητάρμονι παλμῷ
  10. νηθομένων ἐχόρευε μίτων κυκλούμενος ὁλκῷ·
  11. καὶ ποσὶ φοιταλέοισι παλίνδρομος ἄκρον ἀπʼ ἄκρου
  12. πρωτοπαγῆ ποίησε διάσματα, φάρεος ἀρχήν,
  13. ἱστῷ δʼ ἀμφὶς ἕλισσεν· ὕφαινε δὲ κερκίδι κούρη
  14. πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀμφὶ δὲ πέπλῳ
  15. γνωτὴν ἰστοτέλειαν ἑὴν ἐλίγαινεν Ἀθήνην.
  16. παρθένε Περσεφόνεια, σὺ δʼ οὐ γάμον εὗρες ἀλύξαι,
  17. ἀλλὰ δρακοντείοισιν ἐνυμφεύθης ὑμεναίοις,
  18. Ζεὺς ὅτε πουλυέλικτος ἀμειβομένοιο προσώπου
  19. νυμφίος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
  20. εἰς μυχὸν ὀρφναίοιο διέστιχε παρθενεῶνος,