Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δικταίης δʼ ἀίουσα μέλος κορυθαιόλον ἠχοῦς
  2. Κρῆτα χορὸν παράμειβε βαρυσμαράγοιο βοείης
  3. νῶτα περισκαίροντα κυβιστητῆρι σιδήρῳ.
  4. καί τινα λάινον οἶκον ἐποπτεύουσα θεαίνη
  5. Σικελίης τριλόφοιο Πελωρίδα δύσατο πέτρην
  6. Ἀδριάδας παρὰ θῖνας, ὅπῃ χύσις ἄστατος ἅλμης
  7. εἰς δύσιν ἑλκομένη περικάμπτεται εἴκελος ἅρπῃ,
  8. εἰς Λίβα πομπεύουσα Βορειόθεν ἀγκύλον ὕδωρ·
  9. καί, Κυανῆν ὅθι πυκνὰ ῥόος χυτλώσατο κούρην
  10. κρηναίῳ στροφάλιγγι χέων ὀπτήριον ὕδωρ,
  11. γείτονα κόλπον ὄπωπεν ἰσοσταθέοντα μελάθρῳ,
  12. λαϊνέης ὀρόφοιο περιστεφθέντα καλύπτρῃ,
  13. ὃν φύσις ἐθρίγκωσε χαραδραίῳ πυλεῶνι
  14. λάινον ἱστὸν ἔχοντα μεμηλότα γείτοσι Νύμφαις.
  15. καὶ θεὸς ὀρφναίοιο διερπύζουσα μελάθρου
  16. παῖδα πολυσφρήγιστον ἐνέκρυφε φωλάδι πέτρῃ·
  17. λυσαμένη δὲ δράκοντας ἐυπτερύγων ἀπὸ δίφρων
  18. τὸν μὲν δεξιτεροῖο παρὰ πρηῶνα θυρέτρου,
  19. τὸν δὲ λιθογλώχινα πύλης παρὰ λαιὸν ὀχῆα
  20. στῆσεν ἀθηήτοιο φυλάκτορα Περσεφονείης·