Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πέμπτην δʼ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ,
  2. ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη,
  3. γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης·
  4. ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ
  5. ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.
  6. τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας
  7. Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης,
  8. ποικίλον ἀσκήσας χθόνιον τύπον, ἶσον Ὀλύμπῳ.
  9. Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις
  10. Ἁρμονίης ὑμέναιον· ἐπʼ εὐθαλάμῳ δὲ μελάθρῳ
  11. Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης.
  12. καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμῳ
  13. παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους
  14. μήτηρ ἱμερόεσσα· πατὴρ δʼ ὑπὸ χάρματι κούρης
  15. γυμνὸς ἄτερ σακέων ὠρχήσατο μείλιχος Ἄρης
  16. δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτῃ,
  17. καὶ γαμίῃ σάλπιγγι μελίζετο θυμὸν [*](So MSS.: edd. θεσμὸν, ῥυθμὸν, μῦθον.) ἐρώτων
  18. ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου
  19. ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης,
  20. μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις,