Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι,
  2. ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών.
  3. καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν
  4. τορνώσας κανόνεσσιν· ἐπʼ ἀρρήκτοις δὲ δομαίοις
  5. ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας
  6. οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ,
  7. ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσας
  8. πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον. οὐρανίοις δὲ
  9. ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις
  10. ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας
  11. Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ
  12. ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ
  13. ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη
  14. τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη·
  15. δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης
  16. δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην
  17. Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος
  18. σύγχροος Ἠλέκτρης ἀμαρύσσεται ὄρθριος αἴγλη,
  19. ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς
  20. μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων·