Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων
- εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων
- ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων·
- καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,
- καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,
- μιμηλὴν δʼ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς,
- φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ,
- ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ,
- Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,
- Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ
- παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν,
- καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπʼ εὐκύκλῳ δὲ χορείῃ
- αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.
- ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης
- ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.
- καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ
- πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης
- μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους---[*](A line seems to have been omitted.)
- ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.
- καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι