Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ποικίλος ἑσμὸς ἵκανε περικτιόνων ἐπικούρων.
  2. καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν Ἐνυῷ
  3. φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ
  4. τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,
  5. καὶ βέλος ἐρροίζησεν, ἐπʼ ὀμφαλόεντι δέ κύκλῳ
  6. βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη.
  7. καὶ κταμένων ῥέεν αἷμα· πολὺς δʼ ἐπὶ φορβάδι γαίῃ
  8. ἡμιθανής προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ.
  9. καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ·
  10. λῦτο δʼ ἀγών. Φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ
  11. Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης.
  12. πολλαὶ δʼ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων
  13. αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων
  14. ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ·
  15. πολλαὶ δʼ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ
  16. ἔμμοροι ἐν χόρτοισιν ἐμετρήθησαν ἀγυιαί.
  17. καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης
  18. κάλλεϊ λαϊνέῳ· καὶ ἐποίπνυεν ἄλλος ἐπʼ ἄλλῳ
  19. γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην
  20. ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ