Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν,
  2. μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.
  3. ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ,
  4. δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο, τόξα καὶ ἰοὺς
  5. πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.
  6. ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις
  7. τέρπεται ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.
  8. ζωότυπον δʼ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ
  9. στικτὸν ἐμὸν νόθον εἶδος ἀπʼ αὐχένος εἰς πόδας ἄκρους·
  10. μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,
  11. πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν.
  12. μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γάρ
  13. δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτης.
  14. εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ
  15. ᾤχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης
  16. ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου.
  17. ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας
  18. πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,
  19. καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων.
  20. καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη