Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
  2. πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης·
  3. καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων
  4. κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν
  5. ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ.
  6. ὀστέα δʼ ἔνθα καὶ ἔνθα χυτῇ [*](χυτῇ has no clear meaning here. H. J. Rose suggests to transpose χυτῇ πεπτηῶτα and place them between κωκύουσα and νέκυν in 549.) μεμερισμένα γαίῃ,
  7. λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ,
  8. καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην,
  9. καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ.
  10. ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,
  11. πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι
  12. ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή.
  13. ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ,
  14. τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη
  15. γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ
  16. πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς.
  17. καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους
  18. εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ·
  19. αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην
  20. ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη