Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα
  2. πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ
  3. οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,
  4. ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω
  5. πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ
  6. ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,
  7. εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,
  8. εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης
  9. τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δʼ ἤλλαξε φαρέτρην.
  10. ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·
  11. οὐ κύνες Ὠρίωνα κυνοσσόον--- αἴθε καὶ αὐτὸν
  12. σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.
  13. δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·
  14. εἰσαΐων δʼ, ὅτι Φοῖβος, ἀδελφεὸς ἰοχεαίρης,
  15. Κυρήνῃ παρίαυεν, ἐμὸν δʼ ἔσπειρε τοκῆα,
  16. Αρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.
  17. καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς
  18. ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,
  19. καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,
  20. ὠισάμην, ὅτι τοῖος ἔην νόος ἰοχεαίρης.