Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ
  2. ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.
  3. ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ
  4. Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
  5. λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ
  6. ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη
  7. χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις·
  8. φαίης δʼ, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο
  9. ἑσπερίη σελάγιζε διʼ ὕδατος ὄμπνια Μήνη.
  10. νηιάδες δʼ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ
  11. σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ
  12. νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.
  13. καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·
  14. ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ,
  15. καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς
  16. ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη,
  17. καὶ κύνες ἀγρευτῆρες ὁμῶς ἐχάραξαν ὀδόντας.
  18. σιγήσω τόδε πάντα· τί δεύτερον ἄλγος ἐνίψω;
  19. μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω.
  20. πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται