Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.
  2. τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη·
  3. ʽτ̔ίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην;
  4. οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ
  5. Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,
  6. ὅς ποτε θῆρας ἔπεφνεν· ὑπʼ ἀνδροφόνῳ δὲ καὶ αὐτὸς
  7. Ἀγρέος αἷμα φέρων ἀγρεύεται ἰοχεαίρῃ.
  8. τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.
  9. πολλάκι δʼ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι·
  10. ʽλ̔ῆγε, κύων βαρύμοχθε, πολυπλανὲς ἴχνος ἑλίσσων·
  11. δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις,
  12. δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσῃς,
  13. ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.ʼ
  14. ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.
  15. θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης·
  16. δειλὸς ἐγώ· φυλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσας
  17. πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης
  18. Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.
  19. ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων
  20. Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας ἰοχεαίρης