Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας
  2. αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν
  3. ὠμὰ διατμήξας ἐκαλύψατο δίξυγι δημῷ
  4. μιστύλλων κατὰ βαιόν, ἐπʼ ἀνθρακιῇ δὲ τανύσσας
  5. σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις
  6. εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ
  7. ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ
  8. ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης
  9. δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.
  10. καὶ θυόεις ἐλέλικτο διʼ ἠέρος ἀτμὸς ἀλήτης
  11. Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς
  12. δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ
  13. κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.
  14. δαιτυμόνων δὲ φάλαγγες ἐπʼ εὐκύκλοιο τραπέζης
  15. εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.
  16. οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ,
  17. ἀλλὰ μεθʼ ἑρπηστῆρα, μετʼ ἄγρια φῦλα Γιγάντων,
  18. Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ
  19. βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ
  20. ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς