Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης.
  2. καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης
  3. εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας
  4. ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν.
  5. πλαζομένων δʼ ἀκίχητον ἀπειθέα φοιτάδι χηλῇ
  6. ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων
  7. εἰς νομὸν ἀνθεμόεντα μιῇ ξύνωσε κελεύθῳ
  8. αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης.
  9. καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν.
  10. καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης,
  11. καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας
  12. αἵματι ταυρείῳ γλυκερὴν ἐπεχεύατο λοιβὴν
  13. ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης,
  14. πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος·
  15. Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων
  16. πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην,
  17. Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο.
  18. εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς
  19. γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι,
  20. ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη.